previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τιμόθεον ἀκούω τὸν Κόνωνος τὸν Ἀθηναίων στρατηγόν, ὅτε ἐν ἀκμῇ τῆς εὐτυχίας ἦν καὶ ᾕρει τὰς πόλεις ῥᾷστα, καὶ οὐκ εἶχον Ἀθηναῖοι ὅποι ποτὲ αὐτὸν κατάθωνται ὑπὸ θαύματος τοῦ περὶ τὸν ἄνδρα, ἀλλὰ τοῦτόν γε Πλάτωνι τῷ Ἀρίστωνος περιτυχόντα βαδίζοντι ἔξω τοῦ τείχους μετά τινων γνωρίμων καὶ ἰδόντα σεμνὸν μὲν ἰδεῖν τὸ πλάτος, ἵλεων δὲ τῷ προσώπῳ, διαλεγόμενον δὲ οὐχὶ περὶ ἐσφορᾶς χρημάτων οὐδὲ ὑπὲρ τριηρῶν, οὐδὲ ὑπὲρ ναυτικῶν χρειῶν οὐδὲ ὑπὲρ πληρωμάτων, οὐδὲ ὑπὲρ τοῦ δεῖν βοηθεῖν οὐδὲ ὑπὲρ φόρου τοῦ τῶν συμμάχων, οὐδὲ ὑπὲρ τῶν νησιωτῶν ὑπὲρ ἄλλου τινὸς τοιούτου φληνάφου, ὑπὲρ ἐκείνων δέ, ὧν ἔλεγε Πλάτων καὶ ὑπὲρ ὧν εἴθιστο σπουδάζειν, ἐπιστάντα τὸν τοῦ Κόνωνος εἰπεῖν ῾ὦ τοῦ βίου καὶ τῆς ὄντως εὐδαιμονίασ᾽. ἐκ τούτων οὖν δῆλον ὡς ἑαυτὸν οὐ πάνυ τι εὐδαίμονα ἀπέφαινεν Τιμόθεος, ὅτι μὴ ἐν τούτοις ἀλλ᾽ ἐν τῇ παρ᾽ Ἀθηναίων δόξῃ καὶ τιμῇ ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: